Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.160 Joseph. AJ 16.165 (English) >>Joseph. AJ 16.170

16.163ἔδοξέ μοι καὶ τῷ ἐμῷ συμβουλίῳ μετὰ ὁρκωμοσίας γνώμῃ δήμου Ῥωμαίων τοὺς Ἰουδαίους χρῆσθαι τοῖς ἰδίοις θεσμοῖς κατὰ τὸν πάτριον αὐτῶν νόμον, καθὼς ἐχρῶντο ἐπὶ Ὑρκανοῦ ἀρχιερέως θεοῦ ὑψίστου, τά τε ἱερὰ εἶναι ἐν ἀσυλίᾳ καὶ ἀναπέμπεσθαι εἰς Ἱεροσόλυμα καὶ ἀποδίδοσθαι τοῖς ἀποδοχεῦσιν Ἱεροσολύμων, ἐγγύας τε μὴ ὁμολογεῖν αὐτοὺς ἐν σάββασιν τῇ πρὸ αὐτῆς παρασκευῇ ἀπὸ ὥρας ἐνάτης. 16.164ἐὰν δέ τις φωραθῇ κλέπτων τὰς ἱερὰς βίβλους αὐτῶν τὰ ἱερὰ χρήματα ἔκ τε σαββατείου ἔκ τε ἀνδρῶνος, εἶναι αὐτὸν ἱερόσυλον καὶ τὸν βίον αὐτοῦ ἐνεχθῆναι εἰς τὸ δημόσιον τῶν Ῥωμαίων. 16.165τό τε ψήφισμα τὸ δοθέν μοι ὑπʼ αὐτῶν ὑπὲρ τῆς ἐμῆς εὐσεβείας ἧς ἔχω πρὸς πάντας ἀνθρώπους καὶ ὑπὲρ Γαΐου Μαρκίου Κηνσωρίνου καὶ τοῦτο τὸ διάταγμα κελεύω ἀνατεθῆναι ἐν ἐπισημοτάτῳ τόπῳ τῷ γενηθέντι μοι ὑπὸ τοῦ κοινοῦ τῆς Ἀσίας ἐν Ἀγκύρῃ. ἐὰν δέ τις παραβῇ τι τῶν προειρημένων, δώσει δίκην οὐ μετρίαν. ἐστηλογραφήθη ἐν τῷ Καίσαρος ναῷ.” 16.166

Καῖσαρ Νωρβανῷ Φλάκκῳ χαίρειν. Ἰουδαῖοι ὅσοι ποτʼ οὖν εἰσίν, οἳ διʼ ἀρχαίαν συνήθειαν εἰώθασιν χρήματά τε ἱερὰ φέροντες ἀναπέμπειν ἀκωλύτως τοῦτο ποιείτωσαν εἰς Ἱεροσόλυμα.” καὶ ταῦτα μὲν Καῖσαρ. 16.167

Ἀγρίππας δὲ καὶ αὐτὸς ἔγραψεν ὑπὲρ τῶν Ἰουδαίων τὸν τρόπον τοῦτον· “Ἀγρίππας Ἐφεσίων ἄρχουσι βουλῇ δήμῳ χαίρειν. τῶν εἰς τὸ ἱερὸν τὸ ἐν Ἱεροσολύμοις ἀναφερομένων ἱερῶν χρημάτων τὴν ἐπιμέλειαν καὶ φυλακὴν βούλομαι τοὺς ἐν Ἀσίᾳ Ἰουδαίους ποιεῖσθαι κατὰ τὰ πάτρια.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.160 Joseph. AJ 16.165 (English) >>Joseph. AJ 16.170

Powered by PhiloLogic